Ἐτικέττες

, ,

ΑΓ.ΑΝΑΣΤΑΣΙΟΣ ΠΕΡΣΗΣ

 

Ὁσιομάρτυς Ἀναστάσιος ὁ Πέρσης

Ἱ.Ναὸς Ἁγ.Γεωργίου Κυψέλης

Διὰ χειρὸς Φωτίου Κόντογλου

 

Μνήμη : 22 Ἰανουαρίου

 

Ἀπολυτίκιον. Ἦχος α’.

Τῶν Μαρτύρων τὸ κλέος, καὶ Ὁσίων τὸ καύχημα, καὶ τὸν θησαυρὸν τῆς Περσίας, τὸν σοφὸν Ἀναστάσιον· τὸν μέγαν ἀντιλήπτορα πιστῶν, τὸν κήρυκα τῆς πίστεως ἡμῶν· ταῖς ἀγγελικαῖς ὑμνῳδίαις, εὐφημοῦμέν σε λέγοντες·Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

 

Μεγαλυνάριον

Τὸν Ὁσιομάρτυρα τοῦ Χριστοῦ, τὸν ἐκ τῆς Περσίδος, ἀπαστράψαντα μυστικῶς, ἀρετῶν ἀσκήσει, καὶ ἄθλοις μαρτυρίου, τὸν θεῖον Ἀναστάσιον μακαρίσωμεν.