Ἐτικέττες

Ἀκολουθεῖ “Ἐγκώμιον εἰς τήν εὕρεσιν τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ”, ποίημα Αλεξάνδρου μοναχοῦ Ἰστοριογράφου. Πρόκειται για λόγο μεστό και σύντομο διά τοῦ ὁποίου ἐξιστοροῦνται ἐν περιλήψει τὰ τῆς εὑρέσεως τοῦ Σταυροῦ ὑπὸ τῆς Ἁγ.Ἑλένης καὶ ἐγκωμιάζεται τὸ τῶν “ὀρθοδόξων καύχημα καυχημάτων[1].

ΙΣΤΟΡΙΚΟΝ ΕΓΚΩΜΙΟΝ ΠΕΡΙ ΤΗΣ ΕΥΡΕΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ[2]

Κατ’ ἐκεῖνον τόν χρόνον ὁ τῆς Αἰλίας ἐπίσκοπος Μακάριος ὁ φερώνυμος ἦν Ἑρμονᾶν διαδεξάμενος. Ὁ δέ Μέγας Κωνσταντῖνος μονοκράτωρ γενόμενος πᾶσαν τήν φροντίδα εἰς τά θεῖα μετήνεγκεν. Ἀνοικοδομῶν τάς ἐκκλησίας, ἐπεί φιλοτίμως πλουτῶν ἦν ἐκ τοῦ δημοσίου λόγου, ἔν τε χρήμασι καί άναλώμασι, καί παντοίοις κειμηλίοις. Καί πρῶτον νόμον ἔγραψεν ἀποδίδοσθαι τούς τῶν εἰδώλων ναούς τοῖς τῷ Χριστῷ ἀφιερωμένοις, καί τούς ἔτι εἰδωλολατροῦντας, κεφαλικαῖς ἐπιτιμᾶσθαι τιμωρίαις. Δεύτερον νόμον ἔγραψεν, Χριστιανούς μόνους ὀρθοδοξοῦντας στρατεύεσθαι, ἐθνῶν τε καί στρατοπέδων τούτους ἄρχειν. Τρίτον νόμον ἔγραψεν, ἀπράκτους εἶναι τάς πασχαλίας ἑβδομάδας δύο, μίαν πρό, καί μίαν μετά. Καί ἦν λοιπόν εἰρήνη βαθεῖα, καί χαρά ἐν ὅλῃ τῇ οἰκουμένῃ, πάντων τῶν ἐθνῶν ὁσημέραι προστρεχόντων τῇ πίστει, καί βαπτιζομένων, καί ἰδίαις χερσί τούς πατρῴους θεούς συντριβόντων.

Ἀλλά ταῦτα οὐκ ἦν φορητά τῷ ἀλάστορι δαίμονι, ἀλλά πάλιν εἰς ἑαυτόν ἐδραματούργει, πῶς ἄν ἐκκόψει τήν τοσαύτην τῶν ἀνθρώπων χαρμονήν. Καί πεῖσαι μέν τούς ἀνθρώπους θεοποιεῖσθαι τήν κτίσιν οὐκέτι οἷός τε ἦν· ἐφωράθη γάρ ἡ ἀπάτη αὐτοῦ. Τόν δέ Κτίστην συντάξαι τοῖς κτίσμασι παραπεῖσαι ἐπειράθη τούς ἀστηρίκτους. Καί ἦν πάλιν τάραχος οὐκ ὁλίγος ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, Ἀρείου τινός Ἀλεξανδρέως ἄνω καί κάτω κυκλοῦντος, καί τήν οἰκουμένην ταράττοντος. Συναπήχθησαν δέ αὐτῷ ἐπίσκοποί τινες ὁλίγοι τόν ἀριθμόν, ὧν πρῶτος Εὐσέβιος ὁ Νικομηδείας, καί Εὐσέβιος ὁ Παμφίλου, καί ἕτεροι σύν αὐτοῖς. Θεωρῶν δέ τήν μεγάλην φιλονεικίαν ὁ Μέγας Κωνσταντῖνος, ἠνιᾶτο τήν ψυχήν· καί πρῶτον μέν ἐπειρᾶτο διά παραινετικῶν γραμμάτων τῶν ἑκατέρων μερῶν κατασβέσαι τήν ἔριν. Ὡς  δέ ἴδεν ἀνήκεστον γινόμενον τό κακόν, προσέταξε γενέσθαι οἰκουμενικήν σύνοδον ἐν τῇ Νικαέων πόλει, καί συνῆλθον ἐπίσκοποι τόν ἀριθμόν τριακόσιοι δέκα καί ὀκτώ. Ὧν πλεῖστοι ἦσαν ὁμολογηταί, τά στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματι βαστάζοντες. Ἦν δέ σύν αὐτοῖς καί ὁ πανεύφημος Κωνσταντῖνος, καί δή τῆς ὑποθέσεως κινηθείσης, ἔκθεσιν πίστεως ἔγγραφον ἐξήνεγκαν, τήν κατά πᾶσαν Ἐκκλησίαν ὀρθοδόξων νῦν ἀπαγγελομένην. Τούς δέ περί Ἄρειον καί Εὐσέβιον τόν Νικομηδέα ἐπιμένοντας τῇ κακοδοξίᾳ ἀνεκήρυξαν, καί ἐξωρίσθησαν, καί ἐχειροτονήθησαν ἕτεροι ἀντ’ αὐτῶν. Φιλοτιμησάμενος δέ ὁ βασιλεύς τούς ἐπισκόπους, καί ἀσπασάμενος ἀπέλυσε μετ’εἰρήνης εἰς τάς ἰδίας παροικίας, χαίρων ἐπί τῇ συμφωνίᾳ τῶν Ἐκκλησιῶν.

Παρεκελεύσατο δέ τῷ τῆς Αἰλίας ἐπισκόπῳ Μακαρίῳ παρόντι ἐν τῇ συνόδῳ, καί τῶν ἀποστολικῶν δογμάτων ὑπερμαχοῦντι ἀναζητῆσαι τόν ζωοποιόν σταυρόν, καί τό θεοδόχον μνῆμα καί πάντας τούς ἁγίους τόπους, καί τούς ἄλλους δέ ἐπισκόπους ὁμοίως προετρέψατο, αἰτήσασθαι, εἴ τι συνορᾷ εἰς ἀπαρτισμόν ἕκαστος τῆς ἰδίας Ἐκκλησίας. Ἦν δέ ἐννεακαιδέκατον ἔτος τῆς βασιλείας αὐτοῦ, ὅτε ἐγένετο κατά Νίκαιον σύνοδος.

Μετά ταῦτα ἀπέστειλεν ὁ βασιλεύς τήν ἑαυτοῦ μητέρα Ἑλένην, τήν ἀξιέπαινον καί θεοφιλῆ, εἰς Ἱεροσόλυμα, μετά γραμμάτων καί χρημάτων ἀφθονίας, πρός τόν φερώνυμον Μακάριον τῆς Αἰλίας ἐπίσκοπον ἐπί ἀναζητήσει τοῦ ζωοποιοῦ ξύλου τοῦ ἐνδόξου σταυροῦ καί οἰκοδομῇ τῶν ἁγίων τόπων· αὐτῆς τοῦτο αἰτησάσης τῆς βασιλίδος, φασκούσης ὀπτασίαν τινά θείαν ἑωρακέναι κελεύουσαν αὐτῇ τά Ἱεροσόλυμα καταλαβεῖν, καί τούς ἁγίους τόπους εἰς φῶς ἀγαγεῖν χωσθέντας ὑπό τῶν ἀνέμων, καί ἀφανεῖς γεγονότας ἐπί τοσούτους χρόνους.

Μαθών δέ ὁ ἐπίσκοπος ἀφικομένην τήν βασιλίδα, συναγαγών τούς τῆς ἐπαρχίας ἐπισκόπους, μετά τῆς δεούσης τιμῆς ἀπήντησεν αὐτῇ. Εὐθέως δέ παρεκέλευσε τούς ἐπισκόπους τήν ζήτησιν τοῦ ποθουμένου ξύλου ποιήσασθαι. Ἀπορούντων δέ πάντων ἐπί τοῦ τόπου, καί ἄλλου ἄλλο ὑποψίας διηγουμένου, ὁ τῆς πόλεως ἐπίσκοπος πάντας παρεκάλει ἡσυχίαν ἄγειν, καί σπουδαιοτέραν εὐχήν ὑπέρ τούτου τῷ Θεῷ προσφέρειν. Τούτου δέ γενομένου, εὐθέως ἐδείχθη θεόθεν ὁ τόπος τῷ ἐπισκόπῳ, ἐν ᾧ ἵδρυτο τοῦ ἀκαθάρτου δαίμονος ὁ ναός καί τό ἄγαλμα.

Τότε ἡ βασίλισσα, τῇ βασιλικῇ αὐθεντίᾳ χρωμένη, συναγαγοῦσα πλῆθος πολύ τεχνιτῶν καί ἐργατῶν, ἐκέλευσεν ἐκ βάθρῶν ἀνατραπῆναι τό μυσαρόν οἰκοδόμημα, καί τόν χοῦν πόῤῥῳ που ἀποῤῥιφῆναι. Τούτου δέ γενομένου, ἀνεφάνη τό θεῖον μνῆμα, καί ὁ τόπος τοῦ Κρανίου, καί οὐ μήκοθεν τρεῖς σταυροί κεχωρισμένοι· ἐπιμελῶς δέ ἐρευνήσαντες εὗρον καί τούς ἥλους.

Ἐκεῖθεν λοιπόν ἀμηχανία καί θλίψις κατέλαβε τήν βασίλισσαν, ἐπιζητοῦσαν, ποῖος ἄρα εἴη ὁ Δεσποτικός σταυρός. Ὁ δέ ἐπίσκοπος διά πίστεως τήν διάκρισιν ἔλυσεν. Γυναικί γάρ ἀῤῥωστούσῃ τῶν ἐμφανῶν, καί ἀπεγνωσμένῃ ὑπό πάντων, καί τά τελευταῖα πνεούσῃ, προσαγαγών ἑκάτερον τῶν σταυρῶν, τόν ζητούμενον ηὗρεν· μόνον γάρ ἤγγισεν ἡ σκιά τοῦ σωτηρίου σταυροῦ τῇ ἀσθενούσῃ, εὐθύς ἡ ἄπνους καί ἀκίνητος θείᾳ δυνάμει παραχρῆμα ἀνεπήδησεν καί μεγάλῃ τῇ φωνῇ βοῶσα, καί δοξάζουσα τόν Θεόν.

Ἡ δέ βασίλισσα Ἑλένη τῇ φωνῇ βοῶσα καί δοξάζουσα τόν Θεόν, μετά χαρᾶς μεγάλης καί φόβου ἀνελομένη τόν ζωοποιόν σταυρόν, μέρος μέν τι σύν τοῖς ἥλοις ἀνεκόμισε πρός τόν παῖδα. Τῷ δέ λοιπῷ γλωσσόκομον ἀργυροῦν ποιήσασα, παρέδωκε τῷ ἐπισκόπῳ τῆς πόλεως, εἰς μνημόσυνον πάσαις γενεαῖς, καί θεσπίσασα ἐκκλησίαν γενέσθαι ἐν τῷ ζωοποιῷ μνήματι καί τῷ ἁγίῳ Γολγοθᾷ καί ἐν τῇ Βηθλεέμ ἐν τῷ σπηλαίῳ, ἔνθα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός τήν κατά σάρκα γέννησιν ὑπέμεινε, καί ἐν ὄρει τῶν Ἐλαιῶν, ἔνθα ὁ Κύριος εὐλογήσας τούς μαθητάς ἀνελήφθη. Καί ἄλλα πολλά ποιήσασα ἐν Ἱεροσολύμοις, ἀνέστρεψε πρός τόν παῖδα.

Ὁ δέ μετά χαρᾶς αὐτήν ὑποδεξάμενος, τήν μέν τοῦ τιμίου σταυροῦ μερίδα ἐν χρυσῇ θήκῃ ἀποθέμενος, παρέδωκε τῷ ἐπισκόπῳ εἰς τήρησιν, ἑνιαυσίαις μνήμαις ἑορτάζειν τήν ἀνάδειξιν τοῦ τιμίου σταυροῦ προστάξας. Τῶν δέ ἥλων τούς μέν εἰς τήν ἰδίαν περικεφαλαίαν ἐχάλκευσεν, τούς δέ ἀνέμιξε τῷ συμβαρίῳ τοῦ ἵππου αὐτοῦ, ἵνα πληρωθῇ τό ῥηθέν τοῦ Κυρίου διά τοῦ προφήτου λέγοντος· “Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἔσται τό ἐπί τόν χαλινόν τοῦ ἵππου, ἅγιον Κυρίῳ παντοκράτορι”[3].

Ὁ δέ βασιλεύς ἔγραψε ἐπισκόπῳ Μακαρίῳ ἐπισπεύδειν τήν οἰκοδομήν, καί ἄρχοντα τοῦ ἔργου ἀπέστειλε μετά δαψιλείας χρημάτων, παραγγείλας αὐτῷ φιλοτίμως κτισθῆναι τούς ἁγίους τόπους, ὡς μή εἶναι τοιαύτην καλλονήν ἐν πάσῃ τῇ γῇ. Ἔγραψε δέ καί τοῖς ἡγεμόσι τῆς ἐπαρχίας παντοίως συνελθεῖν τῷ ἔργῳ ἐκ τοῦ δημοσίου λόγου, ἔν τε χρήμασι καί ἀναλώμασι καί ὕλαις. Ἦν δέ ὁ βασιλεύς φαιδρῶς ἄγων τῆς εἰκοσαετηρίδος τήν ἑορτήν, εὐχαριστῶν τῷ Θεῷ ὑπέρ πάντων τῶν ἀγαθῶν, ὧν ἐποίησεν ἐν τοῖς χρόνοις τῆς βασιλείας αὐτοῦ. Συνάγονται δέ τά ἔτη ἀπό μέν Χριστοῦ παρουσίας ἕως τῆς εὑρέσεως τοῦ σταυροῦ, τριακόσια πεντήκοντα δύο ἔτη. Ἀπό δέ Ἀδάμ ἕως τῆς παρουσίας Χριστοῦ, ἔτη πεντακισχίλια πεντακόσια. Καθ’ ἑτέρους δέ πεντακισχίλια τετρακόσια ἑβδομήκοντα πέντε.

Ἐν δέ Αἰλίᾳ τόν φερώνυμον Μακάριον διεδέξατο Μαξιμωνᾶς. Οὗτος δέ πρᾶος ἀνήρ καί ἐπίσημος λίαν. Ἐν γάρ τῷ διωγμῷ πολλάς βασάνους ὑπέμεινε διά τόν Θεόν, καί τόν δεξιόν ὀφθαλμόν ἀπολέσας ἀπελύθη ἐπί τῇ ὁμολογίᾳ τῆς πίστεως. Κατ’ ἐκεῖνον δέ τόν καιρόν ἡ μακαρία Ἑλένη ἡ βασίλισσα τέλος τοῦ βίου ἐχρήσατο, ἐτῶν οὖσα ὀγδοήκοντα, πολλά ἐντειλαμένη τῷ παιδί περί τῆς εἰς Χριστόν εὐσεβείας.

Ἕως ὧδε περί τῆς εὑρέσεως τοῦ ζωοποιοῦ σταυροῦ ἡ ἱστορία ἔστω. Καί μηδείς ἑαυτόν ἀπατάτω ματαιολογῶν ἀσύμφορα καί μυθοποιΐας δι’ ὀνομάτων παραξένων παρεισάγων τῇ ὑποθέσει. Οὐδέ γάρ ἐπίσκοπος ἕτερος Ἱεροσολύμων γέγονε πώποτε παρά τούς προγεγραμμένους, οὐδέ βασιλεύς ἕτερος Ῥωμαίων, οὐδέ μήν ἑτέρῳ τρόπῳ ὁ τίμιος σταυρός εὑρέθη. Ἀπό γάρ Αὐγούστου τοῦ βασιλέως, ἐφ’ οὗ ἐγεννήθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός τό κατά σάρκα, ἕως τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου, τριάκοντα καί πέντε γεγόνασι βασιλεῖς. Ὁμοίως δέ καί ἀπό Ἰακώβου τοῦ ἀποστόλου καί πρώτου τῶν ἐπισκόπων ἕως τῆς αὐτῆς βασιλείας, τριάκοντα καί πέντε Ἱεροσολύμων ἐπίσκοποι γεγόνασι. Τήν δέ σεβάσμιον ἡμέραν τῶν ἐγκαινίων τῶν ἁγίων τόπων, καί τῆς ὑψώσεως τοῦ προσκυνητοῦ σταυροῦ, ὡρίσαντο οἱ Πατέρες μετά βασιλικοῦ προστάγματος γίνεσθαι ἀνά ἔτος ἕκαστον τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Σεπτεμβρίου μηνός, ἥτις ἐστίν ἡ πρό δεκαοκτώ Καλανδῶν καί τοῦ ἁγίου Πνεύματος.

Ἐπειδή δέ χάριτι τοῦ Θεοῦ κατηντήσαμεν τῷ λόγῳ εἰς τήν εὔσημον ἡμέραν τῆς ἑορτῆς ἡμῶν, ἥτις ἐστίν ἡ ἀνάδειξις τοῦ ζωοποιοῦ σταυροῦ, φέρε καθώς οἷόν τέ ἐστι  μικρά χαιρετήσαντες τοῦτον καταπαύσωμεν τόν λόγον.

Χαίροις τοίνυν, σταυρέ τίμιε, χαίροις, ὅτι ἐν σοί ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός ὑψώθη οἰκονομικῶς, ἐν ᾧ πάντες οἱ θησαυροί τῆς χαρᾶς καί τῆς χάριτος. Χαῖρε, σταυρέ τίμιε· διά σοῦ γάρ ἀένναος χαρά ἐν οὐρανῷ καί ἐπί γῆς βραβεύεται. Χαῖρε, σταυρέ τίμιε, ὅτι ἄνωθεν καί ἐξ ἀρχῆς ὁ Δημιουργός ἐν πάσῃ κτίσει τήν εἰκόνα σου ἐζωγράφησεν. Χαῖρε, σταυρέ ἔνδοξε, ὅτι πᾶσαι αἱ κατ’ οὐρανόν δυνάμεις ἴσως τῇ διά σοῦ σωτηρίᾳ φρικωδεστάτους ὕμνους ἀναπέμπουσι τῷ Δεσπότῃ. Χαῖρε, σταυρέ ἔνδοξε· διά σοῦ γάρ καί ἐν πόλεσι, καί ἐν νήσοις, καί ἐν παντί ἔθνει Ἐκκλησίαι ὀρθοδόξων τεθεμελίωνται. Χαῖρε, σταυρέ ἔνδοξε· διά σοῦ γάρ πᾶν στόμα πιστῶν εἰς θεολογίαν ἠνέῳκται. Χαῖρε, σταυρέ μακάριε· διά σοῦ γάρ ἄγγελοι οὐράνιοι σύν ἀνθρώποις ἐπί γῆς Χριστόν ὑμνοῦσι. Χαῖρε, σταυρέ μακάριε· διά σοῦ γάρ ἐν οὐρανοῖς ἐπίγειοι ἄνθρωποι ὁμοίως παρίστανται τῷ Θεῷ, μετά ἀνεκλαλήτου χαρᾶς τόν Ποιητήν δοξάζοντες. Χαῖρε, σταυρέ μακάριε· διά σοῦ γάρ ὁ Ἀδάμ τῆς κατάρας ἐλευθερωθείς, σκιρτῶν καί ἀγαλλιώμενος εἰς τόν παράδεισον εἰσελήλυθεν ἀπολαβών τό ἀρχαῖον ἀξίωμα. Χαῖρε, σταυρέ ἅγιε· διά σοῦ γάρ πᾶσα διαβολική δύναμις καταβέβληται, καί πᾶσα δαιμονική ἐνέργεια κατελύθη. Χαῖρε, σταυρέ ἅγιε· διά σοῦ γάρ ἡ τρισαγία καί ὁμοούσιος Τριάς παντί τόπῳ γνωρίζεται καί πιστεύεται καί δοξολογεῖται. Χαῖρε, σταυρέ ἅγιε· διά σοῦ γάρ τά ἀναφαίρετα ἀγαθά τοῖς ἀνθρώποις δεδώρηται.

Καί τί εἴπωμεν καί τί παραλείψωμεν; πῶς ἀνυμνήσωμεν τήν δύναμιν τοῦ Δεσποτικοῦ σταυροῦ; Ὢ ὄνομα σταυροῦ, ἐν ᾧ τά μεγαλεῖα τῶν μυστηρίων τοῦ Θεοῦ ἐγκέκρυπται, ἀγγέλοις αἰδέσιμον, καί ἀνθρώποις σεβάσμιον! Τί γάρ ἐρασμιώτερον ὀνόματος σταυροῦ ἤ ἡδύτερον Χριστιανοῖς; Τί δέ τούτου ἐνεργέστερον εἰς θαυματουργίαν;

Σταυρός, θείας δυναστείας ἐνεργέστατον σημεῖον. Σταυρός, ἀγγέλων χαρά καί δαιμόνων πένθος. Σταυρός, Ἐκκλησίας θεμέλιος. Σταυρός, τοῦ παντός κόσμου φωστήρ ἀειφανής καί παντοφανής. Σταυρός, τεῖχος ἀκράδαντον καί ἀῤῥαγές καί ἀκαταπολέμητον πάσης τῆς οἰκουμένης. Σταυρός, ἱερέων δόξα ἱεροπρεπής καί ἀνεπηρέαστος. Σταυρός, βασιλέων κράτος καί δυναστεία, καί νικητικόν ὅπλον κατά τῶν πολεμίων. Σταυρός, στρατοπέδων παντευχία παναλκεστάτη, καί ἀκατάπληκτος τοῖς ἐναντίοις. Σταυρός, πόλεων φυλακτήριον ἀνεπιβούλευτον καί ἀσκύλευτον. Σταυρός, λαῶν εὐφροσύνη διηνεκής καί ἀκατάληκτος. Σταυρός, διαβόλων πανολεθρία διηνεκής καί ἀκατάπαυστος. Σταυρός, δαιμόνων κατάπτωμα αἰώνιόν τε καί ἐξαίσιον. Σταυρός, Χριστιανῶν ἐλπίς βεβαία τε καί ἀνεπαίσχυντος καί ἀμείωτος. Σταυρός, ἀσθενούντων ἴασις εὐπρεπεστάτη ψυχῶν τε καί σωμάτων. Σταυρός, εὐεκτούντων ἀδιάπτωτος ὑγίεια. Σταυρός, χειμαζομένων λιμήν εὐδιέστατος. Σταυρός, πολεμουμένων εἰρήνη ἀστασίαστος. Σταυρός, ὀρθοδόξων καύχημα καυχημάτων, καί αἱρετικῶν κατάκριμα ἀκατάπαυστον.

Σταυρός, εἰδωλολατρείας κατάλυσις καί εὐσεβείας ἀνόρθωσις. Σταυρός, παρθενίας διδάσκαλος καί σωφροσύνης φύλαξ. Σταυρός, δικαίων ἀσφάλεια καί ἁμαρτωλῶν μετάνοια. Σταυρός, μοναζόντων ἐγκαλλώπισμα καί σεμνῶς βιούντων εὐκοσμία. Σταυρός, νηπίων φύλαξ, καί νέων σωφρονισμός, καί γερόντων στηριγμοῦ βακτηρία. Σταυρός, πτωχῶν ἀδαπάνητος θησαυρός, καί πλουσίων αὐταρκείας διδάσκαλος. Σταυρός, πεπλανημένων ὁδός, καί ἀπολλυμένων ἀπλανής ὁδηγός. Σταυρός, ἀνάπαυσις ἐν κόποις ἡμερινοῖς, καί βοήθεια ἐν φόβοις νυκτερινοῖς. Σταυρός, ἐθνῶν εὐταξία, καί παντός τοῦ κόσμου βαθυτάτη γαλήνη.

Καί τί εἴπωμεν, ἤ τί παραλείψωμεν, ἤ πῶς σε ἀνυμνήσωμεν, πανένδοξε σταυρέ; ὅτι σέ μόνον ἀπό πάσης τῆς κτίσεως ὁ Βασιλεύς τῆς δόξης ἀνέδειξεν ὅπλον ἀήττητον κατά τοῦ διαβόλου, καί τῆς ἁμαρτίας, καί τοῦ θανάτου. Διό μακάριοί ἐσμεν πάντες οἱ καταξιωθέντες τήν ἁγίαν ἱδεῖν ἡμέραν τῆς σῆς ἀναδείξεως. Σύ εἶ τῶν προφητῶν τό κήρυγμα· περί σοῦ γάρ ἀγαλλιώμενοι ὁσημέραι κελαδοῦσι λέγοντες πρός τόν Θεόν· “Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπό προσώπου τόξου[4]“. Σύ εἶ τό καύχημα τῶν ἀποστόλων. Ἀδιαλείπτως γάρ βοῶσιν ἐν Ἐκκλησίᾳ ἁγίᾳ δι’ ἑνός αὐτῶν ἱεροκήρυκος· ” Ἐμοί δέ μή γένοιτο καυχᾶσθαι, εἰ μή ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ”[5]. Σύ εἶ καί τῶν μαρτύρων στέφανος· ἐπειδή καί αὐτοί τόν σταυρόν ἄραντες ἠκολούθησαν τῷ Κυρίῳ. Σύ εἶ τό καύχημα καί τό ἀγαλλίαμα τῶν ἐν ὄρεσι καί σπηλαίοις καί ταῖς ὀπαῖς τῆς γῆς κατοικούντων διά τό ὄνομα τοῦ Κυρίου· ὅτι καί αὐτοί τήν σάρκα ἐσταύρωσαν σύν τοῖς παθήμασι καί ταῖς ἐπιθυμίαις. Σύ τῶν ἐγγύς καί τῶν μακράν ἀναψυχή καί ἀνάπαυσις. Ὤ τῆς ἀνεκλαλήτου χάριτος τοῦ Δεσποτικοῦ σταυροῦ ! Ὤ τῶν ἐν αὐτῷ ἀνεκλαλήτων καί ἀκαταλήπτων μυστηρίων!

Καί ἵν’ εἴπω κἀγώ ἐκστατικόν τι μετά τῆς ἱερᾶς σάλπιγγος· ” Ὢ βάθος πλούτου καί σοφίας καί γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τά κρίματα αὐτοῦ!” [6] Παρά γάρ τῷ ξύλῳ τῆς ζωῆς νεκρωθέντες, παρά τῷ ξύλῳ τῆς κατακρίσεως ἐζωοποιήθημεν. Διά τήν ἄμετρον χάριν τοῦ σεσωκότος Δεσπότου δέον ἡμᾶς τήν πανέορτον ταύτην συστήσασθαι “ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου”[7]. Πυκάζοντα δέ εἰσιν, ὥς φασιν οἱ περί ταῦτα δεινοί, τά ἐξ ἀμελείας ἤ παλαιότητος ῥυπωθέντα, εἶτα ἐξ ἐπιμελείας καί σπουδῆς πάλιν ἐπί τό τιμαλφέστερον μετακοσμούμενα εἰς εὐφροσύνην καί τέρψιν τῶν εὐωχηθησομένων ἐν γάμοις ἐν ἑτέρᾳ τινί φαιδρᾷ θυμηδίᾳ.

Διατεθῶμεν τοίνυν ὡς προτετάγμεθα, καί τήν συμβᾶσαν ἡμῶν ἐκ ῥαθυμίας τῷ συνειδότι ἀπεκδυσάμενοι ἀειδίαν, τήν φαιδράν ταύτην καί πάνσεπτον ἡμέραν τῆς τοῦ ζωοποιοῦ σταυροῦ μνήμης ἐπιτελέσωμεν, ἐλεημοσύναις τε καί πίστει, καθώς φησιν ἡ θεία Γραφή, παῤῥησίαν ἐν εὐλαβείᾳ κεκοσμημένην ἀναλαβόντες, καί ἄραντες ἐπί τῶν ὤμων τό νικητικόν ὅπλον τοῦ ζωοποιοῦ σταυροῦ, τόν δωρηθέντα ἡμῖν οὐρανόθεν εἰς παῦσιν πάσης ὀργῆς ἀγγελικόν ὕμνον συνήθως πρός τόν Θεόν βοήσωμεν· ” Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς · “ἁγία Τριάς, ἀκατάληπτε, ἀπεριόριστε, ἀνεκφοίτητε, ὁμοούσιε, καί ὁμόθρονε, καί ὁμόχρονε, καί ὁμόδοξε, ἐλέησον ἡμᾶς, καί ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου τοῦ ἁγίου, καί δός ἡμῖν εὑρεῖν ἔλεος καί οἰκτιρμούς ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεώς σου τῆς δικαίας. Σύ γάρ εἶ ὁ Θεός ἡμῶν, καί πρέπει σοι τῷ Πατρί, καί τῷ Υἱῷ, καί τῷ Πνεύματι δόξα, μεγαλοσύνη, κράτος καί ἐξουσία πρό παντός αἰῶνος, καί νῦν καί εἰς τούς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.


[1] Ἀλεξάνδρου μοναχοῦ, Ἰστορικόν ἐγκώμιον περί τῆς εὑρέσεως τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ, MPG 87, στ.4084.

[2] MPG, στ.4077-4088

[3] Ζαχαρ.14,20.

[4] Ψαλμ.59,6.

[5] Γαλάτ.6,14.

[6] Ρωμ.11,33.

[7] Ψαλμ.117,27.

Advertisements